Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.119 Joseph. AJ 3.124 (English) >>Joseph. AJ 3.129

3.122

Ἐντὸς δὲ διελὼν τὸ μῆκος αὐτῆς εἰς τρία μέρη μετὰ δέκα πήχεας ἡρμοσμένους ἐκ τοῦ μυχοῦ τέσσαρας ἵστησι κίονας ὁμοίως τοῖς ἄλλοις εἰργασμένους καὶ βάσεσιν ὁμοίαις ἐπικειμένους διαλείποντας ἀλλήλων κατʼ ὀλίγον. τὸ δʼ ἐνδοτέρω αὐτῶν ἄδυτον ἦν, τὸ δὲ λοιπὸν σκηνὴ τοῖς ἱερεῦσιν ἀνεῖτο. 3.123τὴν μέντοι διαμέτρησιν τὴν τοιαύτην τῆς σκηνῆς καὶ μίμησιν τῆς τῶν ὅλων φύσεως συνέβαινεν εἶναι· τὸ μὲν γὰρ τρίτον αὐτῆς μέρος τὸ ἐντὸς τῶν τεσσάρων κιόνων, τοῖς ἱερεῦσιν ἦν ἄβατον, ὡς οὐρανὸς ἀνεῖτο τῷ θεῷ, οἱ δʼ εἴκοσι πήχεις, ὥσπερ γῆ καὶ θάλασσα βάσιμος ἀνθρώποις, οὕτως τοῖς ἱερεῦσι μόνοις ἐπετέτραπτο. 3.124κατὰ μέτωπον δέ, ἐξ οὗ τὴν εἴσοδον ἦσαν πεποιημένοι, κίονες ἕστασαν χρύσεοι χαλκείαις βάσεσιν ἐφεστῶτες τὸν ἀριθμὸν πέντε. κατεπετάννυσαν δὲ τὴν σκηνὴν ὕφεσι βύσσου καὶ πορφύρας ὑακίνθου καὶ φοίνικος βαφῆς συγκεκραμένης. 3.125καὶ πρῶτον μὲν ἦν πήχεων δέκα πανταχόθεν, κατεπετάννυσαν τοὺς κίονας, οἳ διαιροῦντες τὸν νεὼν τὸ ἄδυτον ἔνδον αὑτῶν ἀπελάμβανον· καὶ τοῦτο ἦν τὸ ποιοῦν αὐτὸ μηδενὶ κάτοπτον. καὶ μὲν πᾶς ναὸς ἅγιον ἐκαλεῖτο, τὸ δʼ ἄβατον τὸ ἐντὸς τῶν τεσσάρων κιόνων τοῦ ἁγίου τὸ ἅγιον. 3.126ὡραῖον δὲ τὸ φάρσος ἄνθεσι παντοίοις, ὅσα γῆθεν ἀνέρχεται, διαπεποικιλμένον τοῖς τε ἄλλοις ἅπασιν ἐνυφασμένον, ὅσα κόσμον οἴσειν ἔμελλε, πλὴν ζῴων μορφῆς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.119 Joseph. AJ 3.124 (English) >>Joseph. AJ 3.129

Powered by PhiloLogic